Ancient Greek
Book 11
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 11.3
Not analysed yet
Καὶ δώσω τοῖς δυσί. Τούτους τὸν Ἑνὼχ καὶ Ἠλίαν πολλοὶ τῶν διδασκάλων ἐνόησαν, καιρὸν θεόθεν ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος ληψομένους ἐπὶ ἔτη η ἀπὸ τξ ἡμερῶν ἀριθμούμενα, καὶ διὰ τῆς παραβολῆς τῶν σάκκων τὸ σκυθρωπὸν καὶ πένθους ἄξιον ἐπὶ τοῖς ἀπατωμένοις ἐμφαίνοντας, καὶ τοὺς τότε εὑρισκομένους τῆς πλάνης τοῦ Ἀντιχρίστου ἀπάγοντας.