Ancient Greek
Book 11
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 11.5
Not analysed yet
Καὶ εἴ τις θέλει αὐτούς. Ἐπειδὴ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους πάντων τῶν φαρμάκων καὶ ἐπαοιδῶν ἔσται ὁ ψευδόχριστος περιφανέστερος, ἅτε πᾶσαν τὴν τοῦ διαβόλου δεχόμενος ἐνέργειαν, ἐν δυνάμει ἀληθινῶν σημείων καὶ τεράτων τοὺς ἁγίους τούτους καθοπλίσει ὁ Θεὸς, τῇ παραθέσει τῆς ἀληθείας καὶ τοῦ φωτὸς τὸ ψεῦδος καὶ τὸ σκότος ἀπελέγξοντας· καὶ τοὺς μὲν πεπλανημένους ἐπιστρέψοντας, διά τε φόβου διδασκαλικοῦ, διά τε μαστίγων παιδευτικῶν, ἀνομβρίας καὶ πυρὸς καὶ τῆς τῶν στοιχείων μεταποιήσεως, καὶ τῶν ὁμοίων· τὸν δὲ πλάνον παραδειγματίσοντας, καὶ μηδὲν μήτε ὑπ’ ἐκείνου μήτε ὑφ’ ἑτέρου πεισομένους ἄχρι τοῦ τῆς οἰκείας προφητείας πέρατος.