Ancient Greek
Book 11
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 11.7
Not analysed yet
Καὶ ὅταν τελέσω. Μετὰ τὸ διαμαρτύρασθαι αὐτούς φησι τὴν τῆς ἀπάτης ἀποφυγὴν, τὸ θηρίον, δηλαδὴ ὁ Ἀντίχριστος, ὁ ἐκ τῶν σκοτεινῶν καὶ βυθίων τῆς γῆς χωρίων ἐξιὼν, ἐν οἷς ὁ διάβολος καταδεδίκασται, ἀνελεῖ αὐτοὺς κατὰ θείαν συγχώρησιν, καὶ ἄταφα αὐτῶν καταλήψει τὰ σώματα ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ, δηλαδὴ τῇ πάλαι κατεστραμμένῃ, ἐν ἡ καὶ ὁ Κύριος πέπονθεν· ταύτῃ ὡς ἔοικεν καθιστῶν τὰ βασίλεια κατὰ μίμησιν Δαβὶδ, οὗ Ἰησοῦς ὁ Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν κατὰ σάρκα γεγέννηται. ἵνα κἀν τούτῳ ἑαυτὸν εἶναι τὸν Χριστὸν πιστώσηται, πληροῦντα τὸ προφητικὸν λόγιον, τὸ φάσκον, “ἀναστήσω τὴν σκηνὴν Δαβὶδ “πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω· πλανώμενοι Ἰουδαῖοι, εἰς τὴν ἐκείνου παρουσίαν ἐκλαμβάνουσιν.