Ancient Greek
COD. COISL. 224. FoL. 334 r.
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 12
Not analysed yet
Καὶ ἐπέστρεψα βλέπειν. Ὅτι οὐκ ἦν αἰσθητὴ ἡ φωνὴ, δηλοῖ λέγων· ἐπέστρεψα, οὐ τοῦa ἀκοῦσαι, ἀλλὰ τοῦ βλέπειν τὴν φωνήν· ταὐτὸν γάρ ἐστιν ἡ πνευματικὴ ἀκοή τε καὶ ὅρασις. ἐπιστρέψας δέ φησιν, εἰδον ἑπτὰ λυχνίας, ἃς παρακατιὼν τὰς ἐκκλησίας ἐννόησε, καὶ ἐν μέσῳ αὐτῶν τὸν Χριστὸν, ὁμοῖον ἀνθρώπῳ, διὰ τὸ καὶ Θεὸν αὐτὸν εἶναι καὶ οὐ ψιλὸν ἄνθρωπον, ἐνδεδυμένον ποδήρη, ὡς ἀρχιερέα τῶν ἄνω, κατὰ τάξιν Μελχισεδὲκ, ζώνην καὶ χρυσῆν περιεζωσμένον, οὐκ ἐν τῇ ὀσφύι, ὥσπερ οἱ λοιποὶ ἄνθρωποι πρὸς ἐποχὴν τῶν ἡδονῶν· ταύταις γὰρ ἡ θεία σὰρξ ἀνεπίβατος, ἀλλ’ ἐν στήθει πρὸς τοῖς μαζοῖς, ὅπως καὶ τὸ ἄσχετον τῆς δικαίας καὶ θείας ὀργῆς φιλανθρωπίᾳ συνέχηται, καὶ ἡ τὰς δύο διαθήκας, ἤγουν τοὺς δεσποτικοὺς μαζοὺς ζωννύουσα δειχθῇ ἀλήθεια· δι’ ὧν οἱ πιστοὶ τρέφονται. χρυσῆ δὲ ἡ ζώνη διὰ τὸ τίμιον καὶ καθαρὸν καὶ ἀκίβδηλον. λευκαὶ δὲ αἱ τῆς κεφαλῆς τρίχες ὡσεὶ ἔριον ἢ ὡς χιών. εἰ γὰρ καὶ πρόσφατος δι’ ἡμᾶς, ἀλλ’ ἀρχαῖος, μᾶλλον δὲ προαιώνιος· τούτου γὰρ ἡ λευκὴ θρὶξ σύμβολον. οἱ δὲ ὀφθαλμοὶ ὡς φλὸξ πυρὸς, τοὺς μὲν ἁγίους φωτίζοντες, τοὺς δὲ βεβήλους φλογίζοντες. τοὺς δὲ πόδας τὴν μετὰ σαρκὸς οἰκονομίαν δεῖ νοεῖν. οἱ πόδες γὰρ αὐτοῦ τῇ θεότητι ἐπιβάντες, τὴν ἡμετέραν σωτηρίαν κατειργάσαντο. πόδες δὲ καὶ οἱ θεμέλιοι τῆς Ἐκκλησίας. ὅμοιοι δὲ χαλκολιβάνῳ, ὅν φασιν οἱ ἰατροὶ εὐώδη εὐώδη θυμιώμενον, τὸν παρ’ αὐτοῖς καλούμενον ἄρρενα λίβανον, χαλκοῦ μὲν τῆς ἀνθρωπίνης, λιβάνου δὲ τῆς θείας νοουμένης φύσεως, δι’ ὧν δείκνυται καὶ τὸ εὐῶδες τῆς πίστεως, καὶ τὸ ἀσύγχυτον τῆς ἑνώσεως. ἣ του χαλκοῦ δηλοῦντος τὸ τοῦ κηρύγματος εὔηχον, τοῦ δὲ λιβάνου, τὴν τῶν ἐθνῶν ἐπιστροφήν. ὅθεν ἡ νύμφη ἔρχεσθαι κελεύεται. πόδες δὲ τοῦ Χριστοῦ καὶ οἱ Ἀπόστολοι, τῇ καμίνῳ τῶν πειρασμῶν πυρωθέντες.