Ancient Greek
Book 12
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 12.11
Not analysed yet
Καὶ αὐτοὶ ἐνίκησαν. Καὶ κατηγορούμενοι παρ’ αὐτοῦ, φησὶν, οἱ ἅγιοι καὶ διαβαλ- λόμενοι πρὸς ἅπαντας ἀνθρώπους τοὺς αὐτῷ πειθομένους, ὅμως αὐτὸν νενικήκασι τοῖς ὑπὲρ Χριστοῦ πάθεσιν· εὐφραίνεσθαι δὲ τὰς ἄνω δυνάμεις ἐπὶ τῇ αὐτοῦ πτώσει, καὶ λυπεῖσθαι ἐπὶ τῇ τῶν προστετηκότων τοῖς γηίνοις ἐπιβουλῇ θεομιμήτως ἀκόλουθον· οὐαὶ δὲ τοῖς κατοικοῦσι τὴν γῆν, δηλαδὴ τοῖς μὴ ἐν οὐρανῷ ἀλλ’ ἐπὶ γῆς ἔχουσι τὸ πολίτευμα. πολλοὶ γὰρ τῶν ἐν τῇ γῇ τὸν ἐχθρὸν νικῶσι καὶ νικήσουσι, καὶ περ πλέον νῦν τοῖς ἀγωνιζομένοις θυμούμενον, διὰ τὴν ἐγγύτητα τῆς αὐτοῦ κολάσεως, ὅθεν ἐπάναγκες τοὺς φρονοῦντας τὰ γήινα καὶ τῇ θαλάσσῃ τοῦ βίου κλυδωνιζόμενοι f ἐνταῦθα ταλανίζεσθαι.