Ancient Greek
Book 12
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 12.13
Not analysed yet
Καὶ ὅτε εἶδεν ὁ δράκων. Ὅτε φησὶν ὁ διάβολος τῷ Χριστῷ προσπαλαίσας μετὰ τὸ βάπτισμα ἡττήθη, καὶ πρὸς τοὺς ἁγίους Ἀποστόλους ὁπλισάμενος ᾐσχύνθη, διὰ θανάτου ζωὴν εὑραμένους αὐτοὺς θεασάμενος, καὶ ὡς ὄφις εἰς γῆν εἰλήσθη, καὶ γῆν ἐσθίειν κατεδικάσθη, τὰ γήινα φρονήματα, τότε τὴν Ἐκκλησίαν πάλιν διώκειν ἤρξατο, τὴν τὸν ἄρσενα τοῦ Θεοῦ λαὸν, τὸν ταῖς ἡδοναῖς ἀθήλυντον, τεκοῦσαν καὶ τίκτουσαν· ἀλλ’ ἐξ ἀρχῆς αὐτὴ ἡ περὶ Θεὸν καὶ τὸν πλησίον ἀγάπη, καὶ ἡ ἀντιληπτικὴ τοῦ σταυρωθέντος δι’ ἡμᾶς πρόνοια δίδοται, καὶ αἱ δύο διαθῆκαι· δι’ ὧν πάντων αἱ πτέρυγες τοῦ ἀετοῦ σημαίνονται· ὅπως ταύταις μετεωροποροῦσα, εἰς τὴν ἐρημον πάσης διύγρου ἡδονῆς πολιτείαν τρέφηται· ἀεὶ μὲν, ἐν δὲ τῇ τοῦ Ἀντιχρίστου παρουσίᾳ, ὃν κρατεῖν τὰ ῥηθέντα χρόνον τῶν (??)ἐτῶν, πολλαχοῦ γέγραπται· ἐν ᾧ καὶ οἱ κατὰ τὴν αἰσθητὴν ἔρημον ὄρεσι καὶ σπηλαίοις κρυπτόμενοι, τοῦτον ἔσθ’ ὅτε φεύξονται, τὸν δράκοντα καὶ ὄφιν διὰ τὸ σκολιὸν ὀνομαζόμενον.