Ancient Greek
Book 12
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 12.17
Not analysed yet
Καὶ ὠργίσθη ὁ δράκων. Τῶν ἐγκρίτων τῆς Ἐκκλησίας διδασκάλων καὶ τῶν τῆς γῆς ὑπερορώντων τῶν πρὸς τὴν ἐν ἐρήμῳ μεθισταμένων ταλαιπωρίαν, εἰ τούτων διαμάρτοι ὁ Ἀντίχριστος, κατὰ τῶν ἐν κόσμῳ στρατευομένων τῷ Χριστῷ ἐξοίσει, φησὶ, τὸν πόλεμον, ὅπως ταῖς τοῦ βίου πραγματείαις εὐαλώτους τούτους εὑρὼν τροπώσηται. πολλοὶ δὲ αὐτὸν καὶ ἐκ τούτων διὰ τὸ γνησίως τὸν Χριστὸν ἠγαπηκέναι νικήσουσιν.