Ancient Greek
Book 12
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 12.15
Not analysed yet
Καὶ ἔβαλεν ὁ ὄφις. Φευγούσης, φησὶ, τῆς Ἐκκλησίας εἰς τόπους ἀβάτους τὴν τοῦ πλάνου ἔφοδον, ἐκ τοῦ στόματος αὐτοῦ, δηλαδὴ ἐκ προστάγματος, ὀπίσω αὐτῆς ὕδωρ ποταμηδὸνg, τουτέστιν ἀθέων ἀνδρῶν ἢ πονηρῶν δαιμόνων ἣ ποικίλων πειρασμῶν πλῆθος, κα’ αὐτῆς ἐξελεύσεται, ὅπως αὐτὴν δουλώσηται. ἡ δὲ γῆ φησιν ἐβοήθησεν αὐτῇ· ἣ τῷ τῆς ὁδοῦ μήκει καὶ τῇ τῶν τόπων ἀνυδρίᾳ καὶ ξηρότητι τὰς τῶν πονηρῶν ὁρμὰς ἐπέχουσα, καὶ τὸν ἐκ τῶν πειρασμῶν ποταμὸν τούτου χάριν καταπίνουσα· ἣ τῇ ταπεινοφροσύνῃ, λεγόντων τῶν ἁγίων, ἐγώ εἰμι γῆ καὶ σποδὸς, οὐχ ἁπλῶς, ἀλλ’ ἐνδιαθέτως, καὶ πάσας τοῦ διαβόλου τὰς παγίδας καταργούσας h.