Ancient Greek
Book 12
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 12.3
Not analysed yet
Καὶ ὤφθη ἄλλο σημεῖον. Οὐρανὸν ἐνταῦθα τὸν ἀέρα φησι, δράκοντα δὲ πυρρὸν τὸν διά- βόλον· πυρρὸν διὰ τὸ φονικὸν αὐτοῦ καὶ αἱμοχαρὲς, ἢ διὰ τὸ πυρῶδες τῆς ἀγγελικῆς οὐσίας. ἑπτὰ δὲ κεφαλὰς, τὰς ζ πονηροτέρας αὐτοῦ δυνάμεις καὶ ταῖς πνευματικαῖς ἐνεργείαις ἐναντίας, ἢ τὰ ζ πνεύματα, ἅπερ ἐν Εὐαγγελίοις εἴρηκεν ὁ Χριστός. τὰ δὲ κέρατα δηλοῦσιν ἢ τὰ ἀντιδιαστελλόμενα ταῖς νομικαῖς ἐντολαῖς πλημμελήματα, ἢ τὰς διαιρέσεις τῆς βασιλείας αὐτοῦ. διότι οἱ ταῖς δαιμονικαῖς ἐνεργείαις νικῶντες, ἐκεῖθεν τοὺς στεφάνους κομίζονται. τὸ τρίτον δὲ τῶν ἀστέρων, τοὺς περὶ ἕνα τοῦ ἀριθμοῦ τῆς τριάδος διεσφαλμένους φησίν. ἄλλος δὲ διὰ τούτων δύο τινὰ δηλοῦσθαι φησιν, ἢ τὴν προτέραν αὐτοῦ ἐξ οὐρανοῦ πτῶσιν, τὴν τοὺς σὺν αὐτῷ ἀποστάτας Ἀγγέλους διὰ τοῦ ἐσχάτου κινήματος τοῦ φθόνου δι’ ἔπαρσιν κατασύρασαν, ἢ τὴν μετὰ τὸ θλασθῆναι τὴν κεφαλὴν αὐτοῦ οὐραίαν κίνησιν, τοὺς ἀστηρίκτους κατενεγκοῦσαν ἐκ τοῦ οὐρανίου φρονήματος, ἀστέρας τροπικῶς ὀνομασθέντας, διὰ τὴν ἐκ τοῦ βαπτίσματος λαμπρότητα.