Ancient Greek
Book 12
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 12.1
Not analysed yet
Καὶ σημεῖον μέγα ὤφθη. Ταύτην τινὲς δι’ ὅλου τὴν θεοτόκον νενοήκασι, πρὶν ἢ γνωσθῆναι αὐτῇ τὸν θεῖον τόκον, παθοῦσαν τὰ ἐχόμενα. ἄλλος δὲ εἰς τὴν Εκκλησίαν τοῦτο ἐξέλαβεν, ἀνάρμοστα τῇ γεννήσει τῇ δεσποτικῇ τὰ περὶ αὐτῆς ἡγησάμενος, διὰ τὸ ἤδη πρὸ πολλοῦ τετέχθαι τὸν Κύριον. γυνὴ οὖν ἡ περιβεβλημένη τὸν ἥλιόν ἐστιν ἡ Ἐκκλησία, ὃ δὲ ἡμῖν ἐσθὴς, τοῦτο ἐκείνῃ τὸ φῶς· ὃ δὲ ἡμῖν χρυσὸς ἢ λίθος διαφανὴς, τοῦτο ἐκείνῃ τὰ ἄστρα. ἐπιβέβηκε δὲ ἐπὶ σελήνης· σελήνη τροπικῶς ἡ πίστις τῷ τῶν ἀποκαθαιρομένων τὴν φθορὰν τὸ ἐκ τῆς σελήνης ἠρτῆσθαι τὴν ὑγρὰν ὠδίνουσαν καὶ ἀναγεννῶσαν τοὺς ψυχικοὺς εἰς πνευματικοὺς, καὶ τὴν καθ’ ὁμοίωσιν ἰδέαν αὐτοὺς καὶ μόρφωσιν μορφοῦσαν τοῦ Χριστοῦ· ὥστε ἐν ἑκάστῳ ἡμῶν γεννᾶσθαι τὸν Χριστὸν νοητῶς. καὶ διὰ τοῦτο ἡ Ἐκκλησία σπαργανοῖ καὶ ὠδίνει, ἄχρις ἃν μορφωθῇ ὁ Χριστὸς ἐν ἡμῖν, ὅπως ἕκαστος τῷ μετέχειν Χριστοῦ, Χριστὸς γένηται. ἡ Ἐκκλησία τοίνυν τὸν ἥλιονh τῆς δικαιοσύνης περιβέβληται καὶ τὸ νομικὸν φῶς τῆς νυκτοφαοῦς σελήνης, καὶ τὴν ὡς σελήνην ἀλλοιουμένην κοσμικὴν ζωὴν ὑπὸ τοὺς πόδας κέκτηται, καὶ ἐπὶ τῆς κεφαλῆς τὸν τῶν ἀποστολικῶν δογμάτων τε καὶ ἀρετῶν περίκειται στέφανον. ὠδίνει i δὲ καθ’ ἕκαστον τῶν ἀναγεννωμένων δι’ ὕδατος καὶ πνεύματος ἡ Ἐκκλησία, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς, διὰ τὸ ἀμβλώματα εἶναι τοὺς ἐκ τοῦ ἀληθινοῦ φωτὸς Χριστοῦ ἐκπίπτοντας, καὶ σύνδρομον τῇ ζωῇ τὸν διὰ ἀπιστίας ὑπομένοντας θάνατον.