Ancient Greek
Book 12
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 12.5
Not analysed yet
Καὶ ἔτεκεν υἱὸν ἄρρενα. Διηνεκῶς ἡ Ἐκκλησία διὰ τῶν βαπτιζομένων τὸν Χριστὸν γεννᾷ, ὡς ἐν ἐκείνοις μορφούμενον ἄχρι τῆς συμπληρώσεως τῆς πνευματικῆς ἡλικίας. ἄρρην δὲ ὁ τῆς Ἐκκλησίας υἱὸς λαὸς καὶ ταῖς ἡδοναῖς ἀσύλητος k, δι’ οὗ καὶ ἤδη μὲν ταῖς τῶν δυνατῶν Ρωμαίων χερσὶ, ταῖς κραταιαῖς ὡς ὁ σίδηρος, ἐποίμανε τὰ ἔθνη Χριστὸς ὁ Θεὸς ἡμῶν. ποιμανεῖ δὲ καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, κριτὰς καθιστῶν τοὺς ἰσχυροὺς τῇ πίστει, ὡς σίδηρον, κατὰ τῶν εὐθρύπτων καὶ ἀσθενῶν σκευῷν τῶν ἐθνῶν δι’ ἀπιστίαν ὄντων. Καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς. Ἁρπάζονται μέν φησι, τὰ τέκνα τῆς Ἐκκλησίας, τουτέστιν οἱ ἅγιοι ἐν πειρασμοῖς ἐνταῦθα, ἁρπαγήσονται δὲ ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, καὶ σὺν τῷ Θεῷ καὶ τῷ θρόνῳ αὐτοῦ ταῖς ὑπερτάταις ἀγγελικαῖς δυνάμεσι συνέσονται.