Ancient Greek
Book 12
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 12.6
Not analysed yet
Καὶ ἡ γυνὴ ἔφυγεν. Ὅτε, φησὶν, ὁ ἐν τῷ Ἀντ’ιχρίστῳ ἐνεργῶν δυνάμενος δι’ αὐτοῦ κατὰ τῆς Ἐκκλησίας παρατάξεται, οἱ ταύτης ἐκλεκτοὶ τῶν πολιτικῶν θορύβων καὶ τῶν κοσμικῶν ἡδονῶν διαπτύοντες, εἰς τὴν ἔρημον πάσης κακίας πολιτείαν φεύξονται, ἐν πάσῃ ἀρετῇ διαλάμποντες, κἀκεῖ τῶν πολεμούντων δαιμόνων τε καὶ ἀνθρώπων τὰς προσβολὰς ἐκφεύξονται. εἰκὸς δὲ καὶ τὴν αἰσθητὴν ἔρημον σώζειν τοῖς ἐν ὄρεσι καὶ σπηλαίοις διὰ τὴν τοῦ ἀποστάτου ἐπιβουλὴν φεύγουσιν. ἐπὶ ἔτη δὲ (??)τὰ ὑπὸ τῶν ᾳοξ ἡμερῶν δηλούμενα, ἐν οἷς κρατήσει ἡ ἀποστασία.