Ancient Greek
Book 12
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 12.7
Not analysed yet
Καὶ ἐγένετο πόλεμος. Καὶ ταῦτα τῇ τε πρώτῃ τοῦ διαβόλου ἐκπτώσει τῆς ἀγγελικῆς τάξεως, τῇ τε διὰ τοῦ δεσποτικοῦ σταυροῦ καθαιρέσει ἁρμόζειν δύναται, ὅτε τῆς ἀρχαίας τυραννίδος ἐκβέβληται· οὗ τὴν ἀλαζονείαν τοὺς θείους Ἀγγέλους ἅμα τῷ αὐτῶν ἀρχιστρατήγῳ Μιχαὴλ τῆς οἰκείας συνδιατριβῆς ἀπορρίψαι πρότερον, καθὼς ἡ ’Iεζεκιὴλ ἔφη· ἐν δὲ τῇ τοῦ Χριστοῦ παρουσίᾳ τοὺς διακονουμένους αὐτῷ μετὰ τὸν πειρασμὸν εἰς τέλος νενίκηκεν. εἰ δὲ μετὰ τοῦ ἄρθρου κεῖται ὁ Σατανᾶς, οὐκ ἄλλος ὣν παρὰ τὸν διάβολον, εἰ καὶ κεῖται καθ’ ὑπερβατὸν, οἷον ὁ διάβολος καὶ ὁ Σατανᾶς, ἀλλ’ ὡς τὰ δύο καλούμενος, τὸ μὲν διὰ τὸ διαβάλλειν τὸν Θεὸν τοῖς ἀνθρώποις, ὡς τῷ Ἀδὰμ αὐτὸν βάσκανον ὑπογράψας· τὸ δὲ ὡς ἀντικείμενος καὶ τῷ δεσπότῃ καὶ τοῖς δούλοις. ἰστέον δὲ ὅτι οὐχ οὕτω τοπικὴ μετὰ τὸν σταυρὸν ἡ τοῦ διαβόλου γέγονε κατάπτωσις, ὡς ἡ τῶν προτέρων ἀνενεργησία. ία. ἔκπτωσις οὖν αὐτοῦ, ἡ τῶν πονηρῶν ἐγχειρημάτων ἀθέτησις, μετὰ τοῦ τῶν οὐρανῶν καὶ τῆς οἰκείας ἀρχῆς τελείως ἀποβεβλῆσθαι, ὡς εἴρηται.