Ancient Greek
Book 13
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 13.18
Not analysed yet
Ὧδε ἡ σοφία ἐστίν. Τὴν μὲν ἀκρίβειαν τῆς ψήφου ὡς καὶ τὰ λοιπὰ τὰ περὶ αὐτοῦ γεγραμμένα, ὁ χρόνος ἀποκαλύψει καὶ ἡ πείρα τοῖς νήφουσιν. εἰ γὰρ ἔδει, καθώς φασί τινες, σαφῶς γνωσθῆναι τὸ τοιοῦτον ὄνομα, ὁ τεθεαμένος ἂν αὐτὸ ἀπεκάλυψεν· ἀλλ’ οὐκ εὐδόκησεν ἡ θεία χάρις ἐν θείᾳ βίβλῳ τὸ τοῦ λυμεῶνος ὄνομα ταγῆναι· ὡς ἐν γυμνασίας δὲ λόγῳ πολλά ἐστιν εὑρεῖν ὀνόματα, τὸν ἀριθμὸν τοῦτον περιέχοντα, προσηγορικά τε καὶ κύρια. κύρια μὲν, οἷον Λαμπέτις, Τειτὰν διὰ τῆς διφθόγγου ἐκ τοῦ τενῶ μέλλοντος, ὁμοίως Λατεῖνος, Βενέδικτος, ὅπερ ἑρμηνεύεται εὐλογμηένος ἣ εὐλογητὸς, κατὰ μίμησιν τυχὸν τοῦ ἀληθῶς εὐλογημένου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· προσηγορικὰ δὲ, κακὸς ὁδηγὸς, ἀληθὴς βλαβερὸς, παλαιβάσκανος, οἷς ἐκ τῶν ἐναντιουμένων αὐτοῦ τῇ πλάνῃ ἐπικληθήσεται, τὴν οἰκείαν δόξαν ἐν τῇ αἰσχύνῃ τιθέμενος.