Ancient Greek
Book 13
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 13.16
Not analysed yet
Ἵνα δῶσιν αὐτοῖς χάραγμα. Καὶ τὸ χάραγμα δὲ τοῦ ὀλεθρίου ὀνόματος τοῦ ἀποστάτου, πᾶσιν ἐπιθεῖναι σπουδάσει ὁ ψευδοπροφήτης· ἐν μὲν ταῖς δεξιαῖς, ἵνα τῶν ἀγαθῶν ἔργων ἐκκόψῃ τὴν ἐνέργειαν, ἐν δὲ τοῖς μετώποις, ἵνα ἐν τῆ πλάνη καὶ τῶ σκότει διδάξῃ τοὺς ἀπατωμένους παρρησιάζεσθαι. καὶ τὴν ψῆφον δὲ τοῦ θηρίου πλατῦναι πανταχοῦ ἐπιτηδεύσει, ἔν τε ὠναῖς καὶ πράσεσιν, ἵνα τοῖς τοῦτο μὴ λαμβάνουσιν, ἐκ τῆς τῶν ἀναγκαίων ἐνδείας, βίαιος ἐπαχθῇ θάνατος.