Ancient Greek
Book 13
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 13.2
Not analysed yet
Καὶ τὸ θηρίον ὃ εἶδον. Διὰ μὲν τῆς παρδάλεως ἡ Ἑλλήνων, διὰ δὲ τῆς ἄρκου ἡ Περσῶν, διὰ δὲ τοῦ λέοντος ἡ Βαβυλωνίων βασιλεία σημαίνεται, ὧν κρατήσει ὁ Ἀντίχριστος ὡς Ῥωμαίων βασιλεύσας ἐρχόμενος, καὶ τὴν τούτου ἀρχὴν καθαιρήσων, ὅταν τοὺς ὀστρακίνους δακτύλους ποδῶν κατὰ τὸν Δανιὴλ θεάσηται· δι’ ὧν εἰς ι δηλοῦται ἀσθενὴς καὶ εὔθρυπτος τῆς βασιλείας διαίρεσις. Καὶ ἔδωκεν αὐτῷ ὁ δράκων. Δώσει, φησὶν, ὁ Σατανᾶς ὁ νοητὸς δράκων τῷ Ἀντιχρίστῳ πᾶσαν ἐξουσίαν ἐν σημείοις καὶ τέρασι ψεύδους πρὸς τὴν τῶν ἀστηρίκτων ἀπώλειαν.