Ancient Greek
Book 13
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 13.3
Not analysed yet
Καὶ μίαν ἐκ τῶν κεφαλῶν. Κεφαλὴν ὡς ἐσφαγμένην, εἶτέ τινα τῶν ἀρχόντων αὐτοῦ τεθανατῶσθαι, καὶ ὑπ’ αὐτοῦ διὰ γοητείας ἀπατηλῶς ἀνίστασθαι φαινόμενον, ἢ τὴν Ῥωμαίων βασιλείαν τῇ διαιρέσει σφαγὴν τρόπον τινὰ ὑπομένουσαν, τῇ μοναρχία τεθεραπεῦσθαι δοκοῦσαν, κατὰ τὴν εἰκόνα Αὐγούστου Καίσαρος. Καὶ ἐθαύμασεν ὅλη ἡ γῆ. Τὸ εἰς τὸν Ἀντίχριστον θαῦμα καὶ εἰς τὸν ἐνεργοῦντα ἐν αὐτῷ διάβολον τὴν ἀναφορὰν ἕξει· δι’ ἐκείνου γὰρ ὁ Δράκων προσκυνηθήσεται, δι’ οὗ καὶ νεκροὺς ἐγείρων, καὶ σημεῖα ἐπιτελῶν τοῖς πεπηρωμένοις τὰ τῆς διανοίας ὄμματα φανήσεται.