Ancient Greek
Book 14
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 14.11
Not analysed yet
Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ. Τὸν καπνὸν τοῦτον, ἣ τὸ ἄσθμα δεῖ νοεῖν τὸ ἐκ τῶν κολαζμένων κάτωθεν μετὰ στεναγμῶν ἀναδιδόμενον, ἣ καπνὸν τὸν τοῦ πυρὸς ἐκπεμπόμενον, του τοὺς ἐμπεπτωκότας κολάζοντος. εἰς αἰῶνα δὲ αἰώνων αὐτὸς ἀναβαίνειν λέγεται, ἵνα μάθωμεν ἀτελεύτητον εἶναι, ὥσπερ τὴν τῶν δικαίων τρυφὴν, οὕτω καὶ τὴν τῶν ἁμαρτωλῶν κόλασιν. Καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν. Ἡμέραν καὶ νύκτα, οὐχ ὡς ἡλίῳ μετρουμένην τὴν τοῦ μέλλοντος αἰῶνος, φησὶ, κατάστασιν, ἐν ᾗ μὴ ἔχειν ἀνάπαυσιν τοὺς ἀσεβεῖς προαγορεύει, ἀλλ’ ἣ πρὸς τὴν ἐν τῷ παρόντι χρόνῳ συνήθειαν, τῷ νυξὶ καὶ ἡμέραις ἀριθμουμένῳ, ἣ ἡμέρας, τῆς τῶν ἁγίων ζωῆς νοουμένης· νυκτὸς δὲ τῆς τῶν βεβήλων κολάσεως, ἧς τεύξονται οἱ τὰς διαβολικὰς πράξεις, καὶ τὰς κατὰ Χριστοῦ βλασφημίας τοῦ ἀποστάτου θηρὸς, δι’ ὧν πράττουσιν εἰκονίζοντες, καὶ τὸ τούτου ὄνομα ταῖς ἑαυτῶν καρδίαις ὡς τίμιον ἐγχαράττοντες.