Ancient Greek
Book 14
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 14.8
Not analysed yet
Καὶ ἄλλος Ἄγγελος τρίτος. Εἴτις, φησὶ, τῷ τεθηριωμένῳ Ἀντιχρίστῳ ὑποκύπτει, καὶ τὴν δυσσεβῆ πολιτείαν μετέρχεται τὴν ἐκεῖνον εἰκονίζουσαν, καὶ ἢ λόγῳ ἣ ἔργοις τοῦτον κηρύσσει Θεόν. τοῦτο γὰρ δηλοῦν δύναται τὸ ἐπὶ τοῦ μετώπου καὶ τῆς χειρὸς διδόμενον χάραγμα, καὶ αὐτὸς κοινωνήσει αὐτῷ τῆς τοῦ τιμωρητικοῦ ποτηρίου πόσεως, ἀκράτου μὲν καὶ ἀμιγοῦς θείων οἰκτιρμῶν, διὰ τὸ τῆς κρίσεως δίκαιον· κεκερασμένον δὲ ἐκ διαφόρων τιμωριῶν διὰ τὸ τῆς αὐθαιρέτου κακίας πολυσχεδὲς καὶ πολύτροπον. καλῶς δὲ οἶνος θυμοῦ καλεῖται ἡ κόλασις, ἐπακολούθημα οὖσα τοῦ τῆς ἀσεβείας οἴνου τοῦ τοὺς πίνοντας μεθύσκοντος· δι’ ὧν γάρ τις ἁμαρτάνει, δι’ καὶ κολάζεται.