Ancient Greek
Book 14
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 14.13
Not analysed yet
Καὶ ἤκουσα φωνῆς. Ἡ ἐκ τοῦ οὐρανοῦ φωνὴ οὐ πάντας μακαρίζει τοὺς νεκροὺς, ἀλλὰ τοὺς ἐν Κυρίῳ ἀποθνήσκοντας, τοὺς νεκρωθέντας ἐν κόσμῳ, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας, καὶ Χριστῷ συμπάσχοντας. ἐκείνοις γὰρ ὄντως ἡ τοῦ σώματος ἔξοδος, κόπων ἀνάπαυσις· ἡ δὲ τῶν ἔργων ἀκολούθησις, στεφάνων ἀμαράντων καὶ βραβείων δόξης ὑπόθεσις, πολλῷ τῷ μέτρῳ ὑπερνικώντων τῶν ἐπάθλων τοὺς ἄθλους, οὓς πρὸς τὰς ἀοράτους δυνάμεις διήθλησαν.