Ancient Greek
Book 14
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 14.14
Not analysed yet
Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη. Νεφέλην νοοῦμεν ἣ αἰσθητὴν τὴν ὑπολαβοῦσαν τὸν Χριστὸν ἀπὸ τῶν ἀποστολικῶν ὀφθαλμῶν, ἣ ἀγγελικήν τινα δύναμιν διὰ τὸ καθαρὸν καὶ μετέωρον, δι’ ὧν λογιζόμεθα τὸν Χριστὸν εἶναι ἐπὶ τῆς νεφέλης, ὀπτανθέντα υἱῷ ἀνθρώπου ὅμοιον. Ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον. Τὸν ἐπὶ τῷ Χριστῷ στέφανον, σημαντικὸν εἶναι τῆς βασιλείας τῶν τε ὁρατῶν καὶ τῶν ἀοράτων δυνάμεων. χρυσὸν δὲ τοῦτον, διὰ τὸ παρ’ ἡμῖν τῆς ὕλης ταύτης τίμιον. τὸ δὲ δρέπανον συντελείας δηλωτικόν. θερισμὸν γὰρ τὴν τοῦ κόσμου συντέλειαν ἐκάλεσεν ὁ Σωτῆρ’ ἐν τοῖς Εὐαγγελίοις.