Ancient Greek
Book 14
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 14.15
Not analysed yet
Καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν. Ἡ τοῦ Ἀγγέλου κραυγὴ περιφραστικῶς δηλοῖ τὴν ἱκεσίαν πασῶν τῶν ἐπουρανίων δυνάμεων, ἐφιεμένων τὴν μὲν τῶν δικαίων τιμὴν, τὴν δὲ τῶν ἁμαρτωλῶν ἐκκοπὴν τῆς ἁμαρτίας θεάσασθαι· ἐφ’ ᾧ παύσασθαι τὰ κινούμενα καὶ παραρρέοντα, φανερωθῆναι δὲ τὰ ἀκίνητα καὶ μένοντα. τὸ γὰρ ξηρανθῆναι τὸν θερισμὸν, δηλοῖ τὸν τῆς συντελείας καιρόν. ὅτε πεπανθεὶς ὡς σῖτος ὥριμος ὁ τῆς εὐσεβείας σπόρος, τῶν οὐρανίων ἀποθηκῶν ἀξιωθήσεται, εἰς λ καὶ ξ καὶ ρ τῷ γεωργῷ τὴν καρποφορίαν παρεχόμενος.