Ancient Greek
Book 14
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 14.1a
Not analysed yet
Χιλιάδας ἔχουσαι τὸ ὄνομα. Αἱ χιλιάδες αὗται, ἢ τὸ πολύφορον τοῦ Ἀποστολικοῦ σπόρου δηλοῦσι, τὴν ἐν ἑκάστῳ χάριτος δωδεκάκις χιλιοστὸν ἀπεργαζομένης τέλειον τὸν καρπὸν τῆς τῶν σωζομένων πίστεως, ἣ τοὺς ἀπὸ τῆς νέας διαθήκης παρθένους, κατά τε τὸν ἔσω κατά τε τὸν ἔξω ἄνθρωπον σημαίνουσιν. ἐν γὰρ τοῖς παλαιοῖς σπάνιον τὸ τῆς παρθενίας κατόρθωμα παρὰ σφόδρα ὀλίγοις εὑρισκόμενον, ὅθεν ἑτέρας ταύτας πάρα τὰς πρότερον εἰρημένας οἰητέον τὰς ὀνομαστὶ ἐκ τῶν φυλῶν τοῦ Ἰσραὴλ συναγομένας, αἷς παρθενίαν οὐ προσμεμαρτύρηκεν. τούτων δὲ πάντων τὰ μέτωπα τῷ φωτὶ τοῦ θείου προσώπου σφραγίζονται, δι’ οὗ τοῖς ὀλοθρευταῖς Ἀγγέλοις αἰδέσιμοι φαίνονται.