Ancient Greek
Book 14
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 14.2
Not analysed yet
Καὶ ἤκουσα φωνήν. Ἡ φωνὴ τῶν πολλῶν ὑδάτων καὶ τῆς βροντῆς καὶ τῶν καθαριζόντων, τὸ διαπρύσιον δηλοῖ τῆς τῶν ἁγίων ὑμνῳδίας καὶ τῆς ἐμμελοῦς αὐτῶν καὶ εὐήχου καὶ συμφώνου ᾠδῆς, τῆς πᾶσαν περιηχούσης τὴν τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς πρωτοτόκων ἐκκλησίαν καὶ πανήγυριν· καθάπερ ἐν συμφωνίᾳ χορδῶν, τῇ συμπνοίᾳ τῶν ἁγίων ἐξηχουμένῃ, ἣν τῆ νεκρώσει τῶν τοῦ σώματος ἐπιθυμιῶν κατώρθωσαν. ταύτην δέ, φησιν, ἕτερος μαθεῖν οὐ δύναται, πλὴν αὐτῶν, διότι τῷ μέτρῳ τῆς πολιτείας, καὶ ἡ γνῶσις συμπαρεκτανθήσεται· καθάπερ καὶ τοῖς ἀνθρώποις ἐν οἰκέταις, ἀναλόγως τῇ εὐνοίᾳ ἡ τῶν δεσποτικῶν μυστηρίων φανέρωσις δίδοται.