Ancient Greek
Book 15
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 15.2
Not analysed yet
Καὶ εἶδον ὡς θάλασσαν. Τὴν ὑελίνην θάλασσαν σημαίνειν φασὶ τό τε πλῆθος τῶν σωζομένων καὶ τῆς μελλούσης λήξεως τὴν καθαρότητα, τήν τε τῶν ἁγίων λαμπρότητα, ἣν ταῖς τῆς ἀρετῆς μαρμαρυγαῖς ἐκλάμψουσι. τὸ δὲ μεμίχθαι ἐκεῖ πῦρ εἰκὸς, διὰ τὸ τὴν θείαν γνῶσιν καὶ τὴν τοῦ ζωοποιοῦ Πνεύματος χάριν διὰ τοῦ πυρὸς σημαίνεσθαι. ἢ διὰ τοῦ πυρὸς τὴν πάντων δοκιμασίαν καὶ διάκρισιν αἰνίττεται, ὅπερ τοῖς καθαροῖς καὶ ἀκιβδήλοις οὐ λυμανεῖται, διακοπτόμενον ἀμιγῶς εἰς διαφόρους ἐνεργείας· καὶ τοῦ μὲν καυστικοῦ τοῖς ἁμαρτωλοῖς, τοῦ δὲ φωτιστικοῦ τοῖς δικαίοις κατανεμηθησομένου· τὰς δὲ κιθάρας ἐμφαίνειν τὴν τῶν καλῶν νέκρωσιν, καὶ τὴν ἐμμελῆ ζωὴν ἐν συμφωνίᾳ τῶν ἀρετῶν κρουομένην τοῦ πληκτρωτοῦ θείου Πνεύματος. καὶ ἐκ μὲν τῆς Μώσεως ᾠδῆς τῶν ἐν νόμῳ πρὸ τῆς χάριτος δικαιωθέντων τὴν ὑμνῳδίαν Θεῷ ἀναπεμπομένην μανθάνομεν· νομεν· ἐκ δὲ τῆς τοῦ ἀρνίου ᾠδῆς τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν ὁσίως πολιτευσαμένων τὴν ἀκατάπαυστον εὐχαριστίαν.