Ancient Greek
Book 15
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 15.5
Not analysed yet
Καὶ μετὰ ταῦτα εἶδον. Σκηνήν φησιν ἐνταῦθα τὴν ἐν οὐρανοῖς, ἧς καθ’ ὁμοίωσιν τῷ Μωϋσῇ πῆξαι τὴν κάτω σκηνὴν ὁ Θεὸς ἐχρημάτισεν. ἐκ τούτου δὲ τοῦ ναοῦ ἐξελεύσεσθαι φησὶ τοὺς Ἀγγέλους ἐνδεδυμένους λίνον, ἢ λίθον καθαρὸν, καθά τινα τῶν ἀντιγράφων ἔχουσι, διὰ τὴν τῆς φύσεως αὐτῶν καθαρότητα, καὶ τὴν πρὸς τὸν ἀκρογωνιαῖον λίθον Χριστὸν ἐγγύτητα, καὶ τῶν ἀρετῶν τὴν λαμπρότητα· ἐζωσμένους δὲ τὰ στήθη χρυσὸν, διὰ τὸ τῆς φύσεως δυνατόν τε καὶ καθαρὸν καὶ τίμιον, καὶ τὸ ἐν ταῖς διακονίαις ἀνεμπόδιστον.