Ancient Greek
Book 15
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 15.8
Not analysed yet
Καὶ ἐγεμίσθη ὁ ναὸς. Διὰ τοῦ καπνοῦ τὸ φοβερὸν καὶ καταπληκτικὸν τῆς θείας ὀργῆς μανθάνομεν, ἧς πληροῦσθαι τὸν ναὸν διδασκόμεθα, καὶ κατὰ τῶν ἀξίων αὐτῆς χωρεῖν ἐν τῷ καιρῷ τῆς κρίσεως, καὶ πρὸ ταύτης δὲ κατὰ τῶν τῷ Ἀντιχρίστῳ πειθομένων καὶ τὰ τῆς ἀποστασίας ἔργα πραττόντων. τοῦτο δὲ τοῖς ἑξῆς δείκνυται. Καὶ οὐδεὶς ἠδύνατο. Ἐντεῦθεν στοχαζόμεθα ὅτι ἄχρι τοῦ διασταλῆναι τῶν δικαίων τὴν θείαν κατὰ τῶν ἀσεβῶν ἀγανάκτησιν, μηδαμῶς τοὺς ἁγίους τοὺς ἐν τῇ ἄνω Ἱερουσαλὴμ τυχεῖν λήξεως, καὶ τῆς ἐν τῶ ναῷ Θεοῦ ἱερουργίας καὶ ἀναπαύσεως. τελεσθῆναι γὰρ δεῖ, φησι, τὰς πληγὰς, δι’ ἃς τὰ ἐπίχειρα τῆς ἁμαρτίας παρέχεται, καὶ τούτοις τῆς αἱρεθείσης αὐτοῖς τυχεῖν ἀποφάσεως· εἴθ’ οὕτω δοθῆναι τοῖς ἁγίοις τὴν τῆς ἄνω μητροπόλεως οἴκησιν. τῶν δὲ πληγῶν ἑκάστην, τοῖς ἐν τῇ συντελείᾳ εὑρισκομένης ο προσαρμόζων τίς, οὐκ ἃν τοῦ πρέποντος διαμαρτήσεται· φιλάνθρωπος γὰρ ὣν ὁ Θεὸς πρὸς τὸ σμικρυνθῆναι αὐτὰς ἐν τῷ μέλλοντι ἀτελευτήτους κολάσεις, καὶ ἐν τῇ παρούσῃ ζωῇ τοῖς ἀξίοις ἐπαχθῆναι συγχωρήσει· διά τε Ἑνὼχ καὶ Ἠλιοῦ τῶν προφητῶν τιμωρητικὰς μάστιγας, διά τε τῆς τῶν στοιχείων καινοτομίας, διά τε τῶν ἐν πολέμων συμπιπτόντων ἀλγεινῶν, πρὸς μετρίαν γοῦν τῶν ἡμαρτημένων ἔκτισιν.