Ancient Greek
Book 16
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 16.2
Not analysed yet
Καὶ ἀπῆλθεν ὁ πρῶτος Ἄγγελος. Ἡ φιάλη ἐνταῦθα καθάπερ τὸ ποτήριον ἐπὶ κολαστικῆς ἐνεργείας ἐκλαμβάνεται, ἧς, φησιν, ὑπὸ τοῦ Ἀγγέλου ἐκχυθείσης, ἕλκος πονηρὸν γενήσεσθαι, τὴν ἐν καρδίᾳ πύου σφύζουσαν ὀδύνην αἰνιττόμενον, τὴν ἐγγινομένην ταῖς τῶν ἀποστατῶν καρδίαις, ὅταν θεηλάτοις πληγαῖς μαστιζόμενοι, μηδεμιᾶς ἐκ τοῦ θεοποιηθέντος παρ’ αὐτοῖς Ἀντιχρίστου ἰάσεως τεύξωνται. ἴσως δὲ καὶ αἰσθητῶς τὰ τούτων τραυματίζεσθαι σώματα, πρὸς ἔλεγχον τῆς ἑλκωθείσης αὑτῶν ψυχῆς τοῖς διαβολικοῖς τῆς πλάνης τοῦ ἀπατεῶνος βέλεσιν.