Ancient Greek
Book 16
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 16.10
Not analysed yet
Καὶ ὁ πέμπτος Ἄγγελος. Τὸ ἐπιχεθῆναι τὴν φιάλην ἐπὶ τὸν τοῦ θηρίου θρόνον σημαίνει τὸ ἐπὶ τὴν βασιλείαν τοῦ Ἀντιχρίστου τὴν τοιαύτην ὀργὴν ἐκχεῖσθαι, καὶ ἐσκοτωμένην δείκνυσθαι, ἅτε ἀφεγγεῖ τῷ τῆς δικαιοσύνης ἡλίῳ τυγχάνουσαν. ἡ δὲ τῶν γλωσσῶν μάσησις, τὴν ὑπερβολὴν τῆς ὀδύνης δηλοῖ, ἧ οἱ πλανηθέντες ὑπ’ αὐτοῦ κατασχεθήσονται ὑπὸ τῶν θεηλάτων πληγῶν μαστιζόμενοι, ὅπως ἃν γνόντες ὅτι ἀπατηλός ἐστιν ὁ πη αὐτῶν ὡς Θεὸς δοξαζόμενος, τῆς πλάνης παύσωνται. οἱ δὲ ἐντεῦθεν οὐ πρὸς μετάνοιαν, ἀλλὰ πρὸς βλασφημίαν τραπήσονται.