Ancient Greek
Book 16
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 16.12
Not analysed yet
Τὸν ποταμὸν τὸν μέγαν. Εἰκὸς τὸν Εὐφράτην ποταμὸν κατὰ θείαν συγχώρησιν ὀλιγούμενον, τοῖς βασιλεῦσι τῶν ἐθνῶν διδόναι πάροδον εἰς τὴν κατ’ ἀλλήλων καὶ λοιπῶν ἀνθρώπων ἐξολόθρευσιν· οὓς ἐκ τῶν Σκυθικῶν μερῶν διὰ τῆς τοῦ Μαγὼγ καὶ Γὼγ μνήμης κινεῖσθαι νομίζομεν. εἰκὸς δὲ καὶ τὸν Ἀντίχριστον ἐκ τῶν ἀνατολικῶν μερῶν τῆς Περσικῆς γῆς, ἔνθα ἡ φυλὴ τοῦ Δὰν, ἐκ ῥίζης Ἑβραίων ἐξερχόμενον ἅμα ἑτέροις βασιλεῦσιν ἣ μεγιστᾶσι, βασιλικὸν κληρουμένους ὄνομα, τὸν Εὐφράτην περαιοῦσθαι, ἣ σωματικὸν ἣ ψυχικὸν θάνατον τοῖς ἀνθρώποις ἐπάξοντα, τοῖς μὲν διὰ πίστεως καὶ καρτερίας, τοῖς δὲ δι’ ἀνδρίας καὶ ἐκλύσεως.