Ancient Greek
Book 16
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 16.15
Not analysed yet
Ἴδου ἔρχομαι ὡς κλέπτης. Τὸ γρηγορεῖν καὶ φυλάττειν τὰ ἱμάτια δηλοῖ τὸ ἐπαγρυπνεῖν ταῖς ἀγαθαῖς πράξεσιν· αὗται γὰρ τῶν ἁγίων ἱμάτια, ὧν τὸν ἐστερημένον ἀνάγκη ὡς γυμνὸν καὶ ἀσχημοσύνης πεπληρωμένον αἰσχύνεσθαι. τὸ δὲ Ἀρμαγεδὼν, διακοπὴ ἣ διακοπτομένη ἑρμηνεύεται. ἐκεῖ γὰρ τὰ ἔθνη συναγόμενα ἐκκόπτεσθαι νοεῖν ἀκόλουθον, ὑπὸ τοῦ διαβόλου στρατηγούμενα, τοῦ τοῖς ἀνθρωπίνοις αἵμασι χαίροντος· ἣ ἐξέγερσις δώματος, ἢ ἐξέγερσις εἰς τὰ ἔμπροσθεν.