Ancient Greek
Book 16
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 16.14
Not analysed yet
Εἰσὶ γὰρ πνεύματα. Τὰ διὰ τῶν δαιμόνων ἐνεργούμενα φησὶ ψευδῆ σημεῖα, τοὺς πειθομένους αὐτοῖς εἰς πόλεμον κατὰ τῆς μεγάλης καὶ ἐπιφανοῦς τοῦ Θεοῦ ἡμέρας, τοῦ κριτοῦ ζώντων καὶ νεκρῶν, ἐπιστρατεύσουσι, καὶ πάντως οἱ θεομάχοι ἡττώμενοι ἀνόνητα κλαύσονται, τὴν προτέραν πλάνην ὀδυρόμενοι.