Ancient Greek
Book 16
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 16.5
Not analysed yet
Καὶ ἤκουσα τοῦ θυσιαστηρίου. Τὸ θυσιαστήριον ποτὲ μὲν τὸν Χριστὸν δηλοῖ, ὡς ἐν αὐτῷ καὶ δι’ αὐτοῦ προσφερομένων τῶν πατρίων λογικῶν ὁλοκαυτώσεων· ποτὲ δὲ τὰς Ἀγγελικὰς δυνάμεις ὡς ἀναγωγικὰς τῶν ἡμετέρων προσευχῶν, καὶ τῶν πνευματικῶν ὁλοκαρπωμάτων. ἐκ τούτου τοίνυν τοῦ λειτουργικοῦ θυσιαστηρίου φησὶ τὴν φωνὴν ἐνεχθῆναι, δικαιοῦσαν τὰ πάντα νοῦν ὑπερβαίνοντα τοῦ Θεοῦ κρίματα.