Ancient Greek
Book 16
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 16.4
Not analysed yet
Καὶ ὁ τρίτος Ἄγγελος. Κἀντεῦθεν δείκνυται τοῖς στοιχείοις ἐπιτετάχθαι Ἀγγέλους, ὧν ἕνα ὄντα καὶ τὸν ἐπὶ τῶν ὑδάτων φησὶν ὑμνεῖν τὸν Θεὸν ἐπὶ τῇ κατ’ ἀξίαν ἐπενεχθείσῃ καταδίκῃ τοῖς παραβεβηκόσιν· ὅτι τοῖς τὰς χεῖρας μολύνασι τοῖς τῶν ἁγίων αἵμασιν, αἷμα ποτὸν δεδώκασι. δείκνυται δὲ διὰ τούτων ἣ τὸ πολλοὺς ἐν τῷ καιρῷ ἐκείνῳ διὰ τῆς ἐν τῇ πίστει ἐνστάσεως τοῦ προφητικοῦ ἀξιοῦσθαι χαρίσματος, τοὺς καὶ ὑπὸ τῶν τοῦ διαβόλου ὑπασπιστῶν ἀναιρουμένους, ἣ τοὺς τῶν θείων προφητῶν ἀποστρεφομένους τὸ κήρυγμα, καὶ δικαιοῦντας αὐτῶν τὴν ὑπὸ τῶν Ἰουδαίων ἀναίρεσιν, καὶ κοινωνοὺς αὐτῶν τῆς σφαγῆς τῇ προθέσει γινομένους.