Ancient Greek
Book 17
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 17.15
Not analysed yet
Καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες. Ὅ λέγει τοῦτο ἐστιν. ὁ διάβολος ἐνεργήσῃ, φησὶν, τοῖς ὑπ’ αὐτοῦ ἡνιοχουμένοις ι κέρασι, τῷ μὲν Χριστῷ ἀντιτάξασθαι, τὴν δὲ ἐκπορεύσασαν τῶν θείων ἐντολῶν πολυάνθρωπον πόλιν, καὶ ταῖς αὐτοῦ ἡδοναῖς ὑπηρετήσασαν, ἐρημῶσαι, καὶ δίκην αἱμοβόρου θηρίου τῶν αὐτῆς αἱμάτων πλησθῆναι· ὅτε τὴν ταύτης πυρπόλησιν εὐφροσύνης ὑπόθεσιν, καὶ τῶν ἀνθρωπίνων σαρκῶν τὴν κατατομὴν, τροφὴν οἰκείαν ἡγήσεται. καὶ ὁ ἀεὶ τῇ διχονοίᾳ χαίρων, συμφωνίαν τοῖς ἀποστατικοῖς τότε δωρήσεται κέρασιν. τὸ δὲ ἐπαγόμενον τὴν ἑωραμένην γυναῖκα νοεῖσθαι τὴν μεγίστην πόλιν, τὴν ἐπάνω τῶν βασιλέων τῆς γῆς τὸ κράτος ἔχουσαν, ἀναμφίβολον ποιεῖ τὸ τῆς κατὰ τοὺς καιροὺς ἐκείνους κρατούσης δυναστείας τὰ πάθη προφητεύεσθαι.