Ancient Greek
Book 17
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 17.12
Not analysed yet
Καὶ τὰ δέκα κέρατα. Τὰ δέκα κέρατα ταῦτα, καὶ Δανιὴλ ἐθεώρησε τοῦ Ἀντιχρίστου προηγουμένου, ἐξ ὧν τὰ τρία ἐκριζῶν, τοὺς λοιποὺς ἑαυτῷ ὑποτάξει. μίαν δὲ ὥραν, ἢ τὸ βραχὺ τοῦ χρόνου φησὶν, ἢ τὴν μίαν τοῦ ἐνιαυτοῦ ὥραν, ἤγουν τροπὴν, δηλαδὴ τρίμηνον, μεθ’ ἢν τῷ Ἀντιχρίστῳ ὡς ὑπερέχοντι ὑποταγήσονται· διὸ οἱ τὴν κακὴν ὁμονοήσαντες ὁμόνοιαν, τῷ Ἀντιχρισαῳ τῳ συντασσόμενοι, τῷ Χριστῷ ἀντιτάξονται. ἀλλὰ νικήσει αὐτοὺς ὁ δι’ ἡμᾶς σφαγιασθεὶς ἀμνὸς τοῦ Θεοῦ· οὐ γὰρ ἀφῄρηται τὴν κατὰ πάντων βασιλείαν καὶ κυριότητα τῷ γεγενῆσθαι ἄνθρωπος, ἵνα τοὺς ἐκλεκτοὺς κοινωνοὺς τῆς ἑαυτοῦ βασιλείας κτήσηται.