Ancient Greek
Book 17
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 17.4
Not analysed yet
Καὶ ἡ γυνὴ ἦν περιβεβλημένη. Κόκκινον καὶ πορφύραν περιβέβληται, ὡς τῆς ἡγεμονίας τῆς κατὰ πάντων σύμβολα ὄντα. διὸ λίθῳ τιμίῳ καὶ μαργαρίταις κεκόσμηται. ἣ διὰ μὲν τοῦ ποτηρίου τὸ πρὸς πόσιν ἡδὺ τῶν πονηρῶν πράξεων, διὰ δὲ τοῦ χρυσοῦ τὸ τίμιον ἐνδείκνυται· εἰς ἔνδειξιν ὅτι οὐ διακόρως ἀλλ’ ἐν δίψει τῆς οἰκείας ἀπωλείας τὴν κακίαν μετέρχεται. διὸ ἑαυτῇ τὰ βδελύγματα, τουτέστι τὰ βδελυκτὰ τῷ Θεῷ ἐπιτηδεύματα ἐπλήθυνεν· ἧς ἡ φιλάμαρτος πληθὺς ποτίζεται, ὡς ἡδὺ πόμα σπῶσα τὴν βδελυκτὴν τῆς ἁμαρτίας μέθην, καὶ τῆς ἐκ Θεοῦ πορνείας τὴν βεβήλωσιν. ἡ δὲ τοῦ μετώπου γραφὴ τὸ ἀπηρυθρασμένον m τῆς τῶν πλημμελημάτων δηλοῖ ἐκπληρώσεως, καὶ τῆς καρδιακῆς συγχύσεως. ἡ δὲ μήτηρ, τὸ τῆς ψυχικῆς πορνείας εἶναι ταύτην διδάσκαλον ταῖς ἀρχομέναισ πόλεσι τὰς βδελυκτὰς τῷ Θεῷ παρανομίας τίκτουσα.