Ancient Greek
Book 17
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 17.6
Not analysed yet
Καὶ εἶδον τὴν γυναῖκα. Τὸ φερωνύμως ταῖς πράξεσιν ἐπιτίθεσθαι γραφικῶς τὰ ὀνόματα ταῖς πόλεσιν, ἐκ πολλῶν μαθεῖν ἔξεστιν, ὅθεν καὶ ἡ πάλαι Βαβυλὼν οὕτως ὠνόμασται. καὶ ἡ πρεσβυτέρα δὲ Ῥώμη Βαβυλὼν ἐν τῇ ἐπιστολῇ Πέτρου προσηγόρευται. κυριωτέρως δὲ καὶ ἡ παρὰ Πέρσαις τὸ κράτος ἔχουσα, καὶ Βαβυλὼν καὶ πόρνη προσαγορευθήσεται, ἤ πᾶσα πόλις ἑτέρα, φόνοις καὶ αἵμασι χαίρουσα. τούτων τοίνυν μίαν ὁρᾶν τὸν Εὐαγγελιστὴν φασὶ μεμολυσμένην τοῖς τῶν ἁγίων αἵμασιν, οἷα δεῖ παθεῖν ἐφ’ οἷς ἐπὶ συντελείᾳ τοῦ χρόνου τῆς κοσμικῆς βασιλείας τὸ κράτος φέρουσαν, εἴτε τὴν παλαιὰν Ῥώμην, εἴτε τὴν νέαν, εἴτε τὴν ὡς ἐν ἑνὶ σώματι γενικῶς ἐκληφθεῖσαν βασιλείαν νοῆσαι τις ἕληται. ἐν ἑκάστῃ γὰρ τούτων ἁμαρτήματα διάφορα καὶ αἱμάτων ἁγίων ἐκχύσεις, πῆ μὲν πλέον, πῆ δὲ ἔλαττον γεγενῆσθαι μεμαθήκαμεν.