Ancient Greek
Book 18
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 18.2
Not analysed yet
Ἔπεσε Βαβυλὼν ἡ μεγάλη. Καὶ ἐν Ἡσαΐᾳ περὶ τῆς Χαλδαίων μητροπόλεως Βαβυλῶνος, τῆς ὑπὸ Κύρου καὶ Περσῶν ἁλούσης, συγγενῆ τούτοις προεφητεύετο, ἅτε θηρίων καὶ πνευμάτων ἀκαθάρτων μελλούσης πληροῦσθαι, διὰ τὴν παντελῆ ἐρήμωσιν. ἔθος γὰρ τοῖς τε θηρίοις τοῖς τε πονηροῖς δαίμοσι, τὰς ἐρήμους διώκειν, διά τε τὴν θείαν οἰκονομίαν τῆς αὐτῶν βλάβης τοὺς ἀνθρώπους ἐλευθερούσης, διά τε τὸ οἰκεῖον μισάνθρωπον. πῶς δὲ τοῦ οἴνου τῆς πορνείας τῆς ἰδίας τὰ ἔθνη ἐπότισεν ἡ παροῦσα Βαβυλών; ἢ πάντως καθηγεμων πάσης παρανομίας τούτοις γινομένη, καὶ ταῖς ὑπηκόοις πόλεσι διὰ δώρων ἄρχοντας, ἐχθροὺς τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης ἐκπέμπουσα. Καὶ οἱ βασιλεῖς τῆς γῆς. Διὰ τὴν ὑπερβολὴν, φησὶ, τοῦ ἐξ ἀδικίας πλούτου ἐν τοῖς ὑπὲρ τὴν χρείαν ἐκτεινομένη καὶ καταστρηνιῶσα τῶν δεομένων, τοῖς τῆς γῆς ἐμπόροις κέρδους ὑπόθεσις γέγονεν.