Ancient Greek
Book 18
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 18.4
Not analysed yet
Καὶ ἤκουσα ἄλλην. Ὅπερ τῷ Λὼτ ἐν Σοδόμοις ἐλέγετο, “σώζων σῶσον τὴν “σεαυτοῦ ψυχήν.’’ καὶ ἐν Ἡσαΐᾳ “Ἐξέλθετε ἀπ’ αὐτῆς καὶ “ἀφορίσθητε καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀνταῦθα φησὶ, φευκτὴ γὰρ ἡ μετὰ τῶν παραπικραινόντων τὸν Θεὸν συνδιάθεσις.