Ancient Greek
Book 19
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 19.11
Not analysed yet
Καὶ εἶδον τὸν οὐρανόν. Tὸ ἠνεῶχθαι τὸν οὐρανὸν δηλοῖ τὴν τοῦ ὁραθέντος κριτοῦ παρου- σίαν ἐλεύσεσθαι, ὥσπερ ἡ τῶν ἐνταῦθα παραπετασμάτων συνολκὴ τῶν ἐπὶ γῆς δικαστῶν, τὴν κατὰ τῶν ὑπευθύνων κρίσιν καὶ ἀπό- φασιν. ὁ δὲ λευκὸς ἵππος τὴν τῶν ἁγίων φαιδρότητα τὴν μέλλουσαν, ἧς ἐποχούμενος κρινεῖ τὰ ἔθνη τοῖς ὀφθαλμοῖς, ἤγουν τῇ ἐποπτικῇ δυνάμει αὐτοῦ ἀφωρίζων φλόγα πυρὸς δικαίοις μὲν φωτιστικὴν, ἀλλ’ οὐ καυστικὴν, ἁμαρτωλοῖς δὲ καυστικὴν, ἀλλ’ ἀφώτιστον. τὰ δὲ πολλὰ διαδήματα, ἣ τὴν κατὰ πάντων αὐτοῦ βασιλείαν τῶν ἐν οὐρανῷ καὶ γῇ αἰνίττεται· τοσαῦτα γὰρ ὅσα καὶ τὰ ἐν Ἀγγέλοις τάγματα, καὶ τὰ ἐπὶ τῆς γῆς σκῆπτρα καὶ τὰ ἐν ἁγίοις ἀνθρώποις συστήματα, ἣ τὰ ἐν πάσαις ταῖς περὶ ἡμᾶς οἰκονομίαις κατὰ τῶν ἁμαρτωλῶν διὰ μακροθυμίας νίκην.