Ancient Greek
19.12 to 19.14
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 19.12-14
Not analysed yet
Ἔχων ὀνόματα γεγραμμένα. Τὸ ἄγνωστον τοῦ ὀνόματος τὸ τῆς οὐσίας αὐτοῦ σημαίνει ἀκατάληπτον· ταῖς γὰρ οἰκονομίαις ὣν πολυώνυμος, ὡς ποιμὴν, ὡς ἥλιος, ὡς φῶς, ὡς ζωὴ, ὡς δικαιοσύνη, ὡς ἁγιασμὸς, ὡς ἀπολύτρωσις, καὶ ταῖς ἀποφάσεσιν ὁμοίως, ὡς ἄφθαρτος, ὡς ἀόρατος, ὡς ἀθάνατος, ὡς ἀναλλοίωτος, τῇ οὐσίᾳ ἀνώνυμος καὶ ἀνέφικτος ἑαυτῷ μόνῳ, σὺν τῷ Πατρικαὶ τῷ Πνεύματι γινωσκόμενος. Καὶ περιβεβλημένος ἱμάτιον. Διὰ τούτων τὰ προεκτεθέντα πιστοῦται, πῶς ὁ ἀνώνυμος καὶ πᾶσιν ἄγνωστος, ἐνταῦθα Λόγος ὀνομάζεται· ἣ πρὸς ἔνδειξιν τῆς υἱϊκῆς ὑποστάσεως, καὶ τῆς ἀπαθοῦς ἐκ πατρὸς γεννήσεως, καθάπερ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ πρόεισιν, ἣ τῷ πάντων τῶν ὄντων τοὺς λόγους ἐν ἑαυτῷ φέρειν, ἣ τὸ ἐξαγγελεὺς εἶναι τῆς πατρικῆς σοφίας τε καὶ δυνάμεως. Καὶ τὰ στρατεύματα. Διὰ τούτων αἱ οὐρανίαι τάξεις σημαίνονται, τῷ λεπτῷ τῆς οὐσίας καὶ τῷ τῶν νοημάτων ὑψηλῷ καὶ λαμπρῷ τῶν ἀρετῶν κατηγλαισμέναι, καὶ τῆς ἀκριβοῦς πρὸς Θεὸν ἑνώσεως.