Ancient Greek
Book 19
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 19.20
Not analysed yet
Καὶ ἐπιάσθη τὸ θηρίον. Εἰ καὶ τῷ Σωτήρι’ Χριστῷ οὗτοι, δηλαδὴ ὁ Ἀντίχριστος καὶ ὁ ψευδοπροφήτης σὺν τοῖς πειθαρχήσασιν αὐτοῖς βασιλεῦσι καὶ ἄρχουσιν, ἀντετάξαντο, ἀλλ’ ἀμφότεροι ἡττηθέντες ὁ τε Ἀντίχριστος καὶ ὁ ψευδοπροφήτης, σημείοις καὶ τέρασι ποιήσας τὸν ἀπατεῶνα εὐπαράδεκτον, ὑπὸ τῆς θείας δίκης καταλαμβάνονται. Ζῶντες ἐβλήθησαν. Εἰκὸς μὲν οὗτοι τὸν κοινὸν οὐκ ἀποθνήσκουσι θάνατον, ἀλλ’ ἐν ῥιπῇ ὀφθαλμοῦ ἀπαθανατιζόμενοι τῷ δευτέρῳ θανάτῳ τῇ λίμνῃ τοῦ πυρὸς καταδικάζονται. εἰ δέ τισιν οὐ τοῦτο δοκεῖ, διὰ τὸ φήσαι τὸν Ἀπόστολον ἀναιρεῖσθαι αὐτὸν τῷ πνεύματι τοῦ θείου προστάγματος, εἰκὸς εὑρίσκεσθαι τοὺς δύο ζῶντας ἐν ἀφθάρτῳ τῷ σώματι μετὰ τὴν καταργηθεῖσαν αὐτῶν ὑπὸ Θεοῦ δυναστείαν, τῷ πυρὶ τῆς γεέννης παραδίδοσθαι, ἥτις αὐτοῖς ἔσται θάνατος καὶ ἀναίρεσις τῷ θείῳ τοῦ Χριστοῦ προστάγματι.