Ancient Greek
Book 19
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 19.21
Not analysed yet
Καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν. Δύο θανάτων ὄντων, τοῦ μὲν πρώτου τοῦ χωρισμοῦ τῆς ψυχῆς τοῦ σώματος· τοῦ δὲ δευτέρου, τῆς εἰς γεένναν ἐκπομπῆς· ἢ τοίνυν καὶ οὗτοι σὺν τῷ Ἀντιχρίστῳ τὸν πρότερον διὰ σαρκὸς προηγησάμενοι θάνατον τῆ τοῦ Θεοῦ ῥομφαίᾳ, δηλαδὴ τῷ Χριστοῦ προστάγματι, εἶθ᾿ οὕτως τὸν δεύτερον ὑπέστησαν θάνατον. ἢ ὅτι καὶ τούτους φησὶ κοινωνῆσαι τοῖς ἀπατήσασιν αὐτοῖς τοῦ δευτέρου μόνου θανάτου τῆς αἰωνίου κολάσεως. τὸ δὲ χορτασθῆναι τὰ ὄρνεα τῶν σαρκῶν αὐτῶν, ἣ κατὰ τὸ προαποδοθὲν καὶ νῦν ἐξέλαβεν, ἢ ὅτι τοῖς ἁγίοις προσκορής ἐστιν καὶ ἐπαχθὴς καἰ βδελυκτὴ σαρκικὴ κίνησις.