Ancient Greek
Book 19
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 19.6
Not analysed yet
Καὶ ἤκουσα ὡς φωνήν. Ἡ φωνὴ τοῦ ὄχλου καὶ τῶν πολλῶν ὑδάτων καὶ τῶν βροντῶν δηλοῖ τὸ διαπρύσιον a ἐν ὑμνολογίᾳ πασῶν τῶν Ἀγγελικῶν καὶ οὐρανίων ἀναριθμήτων οὐσῶν δυνάμεων, ἅς τινες τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν ἐνόησαν, μεθ᾿ ὧν καὶ ἅπαν τὸ τῶν σύστημά τε καὶ πλήρωμα δοξολογεῖ τὸν κτίσαντα. ἐβασίλευσε δὲ ὁ Χριστὸς, ὣν φυσικῶς ὡς δημιουργὸς ἐδέσποζε, τούτων διὰ τῆς ἐνανθρωπήσεως βασιλεύσας, ἣ κατὰ γνωμικὴν οἰκείωσιν, ἣ ἐξουσίαν βασιλεῖ καὶ κριτῇ πρέπουσαν. γάμον δὲ ἀρνίου τὴν τῆς Ἐκκλησίας πρὸς τὸν Χριστὸν συνάφειαν φησὶν, ἧς ἁρμοσταὶ οἱ θει-οι γεγόνασιν Ἀπόστολοι, δι’ ωτν αὐτῇ ὁ ἀρραβὼν ἐδόθη τοῦ Πνεύματος, ὡς ἀποληψομένην τότε τὴν πρόσωπον κατὰ πρόσωπον εἰλικρινῆ συνάφειαν.