Ancient Greek
Book 19
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 19.5
Not analysed yet
Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου. Θρόνος τοῦ Θεοῦ τὰ Χερουβὶμ καὶ Σεραφὶμ, ἀφ’ ὧν ὑμνεῖν αὐτὸν κελεύονται, οὐχ οἱ μεγάλοι μόνον, ἀλλὰ καὶ οἱ μικροὶ ἐν κατορθώμασι, καταλλήλως ἕκαστος τῆς οἰκείας δυνάμεως. οἶμαι δὲ καὶ οἱ νῦν μικροὶ τῇ ἡλικίᾳ καὶ ἀτελεῖς παῖδες, μεγάλοι ἀνιστάμενοι, τὸν μεγαλουργὸν Θεὸν ὑμνήσουσιν.