Ancient Greek
Book 2
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 2.12
Not analysed yet
Τῷ Ἀγγέλῳ τῆς ἐν Περγάμῳ. Κατείδωλος ἦν αὕτη ἡ πόλις πρὸς ἣν ταῦτά φησι, τοὺς ἐν αὐτῇ πιστοὺς δι’ ὑπομονὴν πειρασμῶν ἀποδεχόμενος· ῥομφαίαν δὲ δίστομον, ἢ τὸν Εὐαγγελικόν φησι λόγον τὸν τὴν καρδίαν περιτέμνοντα καὶ τοὺς πιστοὺς ἐκ τῶν ἀπίστων μερίζοντα, ἣ τὴν κατὰ τῶν ἀσεβῶν ἀπότομον ἀπόφασιν. Ἐν ταῖς ἡμέραις ἐν αἷς Ἀντίπας. Τινὲς Ἀντίπαν τινὰ τοὔνομα μάρτυρα ἐν Περγάμῳ φασὶ γεγονέναι ἀνδρειότατον, οὗ περ νῦν ὁ Εὐαγγελιστὴς πρὸς ἔνδειξιν τῆς ἐκείνου ὑπομονῆς, τῆς τῶν πεπλανημένων ὠμότητος ἐμνημονευσεν.