Ancient Greek
Book 2
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 2.14
Not analysed yet
Ἀλλ’ ἔχω κατά σου ὀλίγα. Δύο χαλεπὰ ὡς ἔοικεν αὕτη ἡ πόλις ἐκέκτητο, τοὺς μὲν πλείονας Ἕλληνας· ἐξ αὐτῶν δὲ τῶν πιστῶν ὀνομαζομένων, τοὺς αἰσχροποιοὺς Νικολαΐτας, ἐπισπαρέντας τῷ σίτῳ πονηρὰ ζιζάνια· διὸ καὶ τοῦ Βαλαὰμ ἐμνημόνευσε, φήσας, ὃς ἐδίδασκεν ἐν τῷ Βαλαὰμ τὸν Βαλάκ. δηλοῖ δὲ διὰ τούτων τὸν νοητὸν Βαλαὰμ τὸν διάβολον ἐν τῶ αἰσθητῷ τὸν Βαλὰκ διδάξαι τὸ κατὰ τῶν Ισραηλιτῶν σκάνδαλον, πορνείαν καὶ εἰδωλολατρίαν· τῇ γὰρ ἐκείνης ἡδονῇ εἰς ταύτην τῷ Βεελφεγὼρ τελεσθέντες κατεκυλίσθησαν.