Ancient Greek
Book 2
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 2.17
Not analysed yet
Τῷ νικῶντι δώσω αὐτῶ. Μάννα κεκρυμμένον ὁ ἄρτος τῆς ζωῆς ὁ οὐράνιος, ὁ οὐρανόθεν δι’ ἡμᾶς κατελθὼν, καὶ βρώσιμος γενόμενος· τροπικῶς δὲ καὶ τὰ μέλλοντα ἀγαθὰ μάννα λέγετ’ αἰ, ἅτε οὐρανόθεν κατερχόμενα, ὅθεν καὶ ἡ ἄνω Ἱερουσαλήμ. τούτων οἱ νικῶντες τὸν διάβολον, φησὶ, τεύξονται· λήψονται δὲ καὶ ψῆφον λευκὴν, τουτέστι νικῶσαν, τῆς δεξιᾶς μοίρας ἀξιούμενοι, καὶ ὄνομα καινὸν τῇ παρούσῃ ζωῇ ἀγνοούμενον· ὀφθαλμὸς γὰρ οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ νοῦς οὐ κατέλαβεν τὰ ἀγαθὰ τὰ μέλλοντα· καὶ τὸ καινὸν ὄνομα, ὃ οἱ ἅγιοι κληρονομήσουσιν.