Ancient Greek
Book 2
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 2.18
Not analysed yet
Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Θυατείροις. Εἴρηται τὸ τῶν ὀφθαλμῶν πυρῶδες τὸ φωτιστικὸν τῶν δικαίων καὶ τὸ καυστικὸν δηλοῦν τῶν ἁμαρτωλῶν· τοὺς δὲ πόδας καὶ τὸν χαλκολίβανον σημαίνειν τὴν Χριστοῦ ἐν τοῖς σωζομένοις εὐωδίαν τοῦ νοητοῦ μύρου, καὶ ἄτμητον καὶ ἀσύγχυτον ἕνωσιν θεότητός τε καὶ ἀνθρωπότητος, αὕτη γὰρ ὡς πεπυρακτωμένη τῷ θείῳ Πνεύματι, τοῖς ἀνθρωπίνοις λογισμοῖς ἐστὶν ἀψηλάφητος.